Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἶχε φαληριόωντα μελαινομένης τύπον ἅλμης·
  2. τῷ ἔνι δαίδαλα πάντα τετεύχατο, τῷ ἔνι πάντα
  3. χρυσοφαῆ μάρμαιρεν ἁλίτροφα πώεα λίμνης,
  4. οἷα περισκαίροντα· πολὺς δέ τις ὑγρὸς ὁδίτης
  5. μεσσοφανὴς ἐχόρευεν ἐπιξύων ἅλα δελφίς—
  6. ψευδαλέην δʼ ἐλέλιζεν ἑὴν αὐτόσσυτον οὐρήν—
  7. καὶ χορὸς ὀρνίθων ἑτερόχροος, ὧν τάχα φαίης
  8. ἱπταμένων πτερύγων ἀνεμώδεα δοῦπον ἀκούειν,
  9. ὁρμὸν ἐπεὶ Κυθέρεια γέρας δωρήσατο κούρῃ
  10. χρύσεον, εὐλάιγγα, παρήορον αὐχένι νύμφης.
  11. καὶ γαμίων ζευχθεῖσα πόθων ἰθύντορι κεστῷ
  12. Ἁρμονίη πολύπαιδα γονὴν μαιώσατο κόλπῳ
  13. τικτομένην κατὰ βαιόν· ἀμοιβαίῃ δὲ λοχείῃ
  14. ἔγκυον ὄγκον ἔλυσε θυγατρογόνου τοκετοῖο,
  15. τετράκις ἐννέα κύκλα διαπλήσασα Σελήνης.
  16. πρώτη δʼ Αὐτονόη γονίμων ἀνεπήλατο κόλπων
  17. μητέρος ἐννεάμηνον ἀναπτύξασα λοχείην
  18. πρωτοτόκοις ὠδῖσιν· ὁμογνήτῳ δὲ γενέθλῃ
  19. καλλιφυὴς Ἀθάμαντος ἀέξετο σύγγαμος Ἰνώ,
  20. μήτηρ δισσοτόκος· τριτάτη δʼ ἀνέτελλεν Ἀγαύη,