Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νεύματι Κυπριδίῳ; πότε που, πότε θέλγεται Αὔρη
  2. κινυμένοις βλεφάροισιν; ἐρωμανὲς ὄμμα τιταίνων
  3. τίς γαμίοις ὀάροισι παραπλάζει φρένας ἄρκτου
  4. εἰς Παφίην, ἐς Ἔρωτα; τίς ὡμίλησε λεαίνῃ;
  5. τίς δρυῒ μῦθον ἔλεξε; τίς ἄπνοον ἤπαφε πεύκην;
  6. τίς κρανέην παρέπεισε, καὶ εἰς γάμον ἤγαγε πέτρην;
  7. ποῖος ἀνὴρ θέλξειεν ἀκηλήτου νόον Αὔρης;
  8. ποῖος ἀνὴρ θέλξειεν; ἀμιτροχίτωνι δὲ κούρῃ
  9. τίς γάμον ἢ φιλότητος ἀρηγόνα κεστὸν ἐνίψῃ;
  10. τίς γλυκὺ κέωτρον Ἔρωτος ἢ οὔνομα Κυπρογενείης;
  11. μᾶλλον Ἀθηναίη τάχα πείσεται· οὐδέ με φεύγει
  12. Ἄρτεμις ἀπτοίητος, ὅσον φιλοπάρθενος Αὔρη.
  13. αἴθε φίλοις στομάτεσσιν ἔπος τόδε μοῦνον ἐνίψῃ·
  14. Βάκχε, μάτην ποθέεις, μὴ δίζεο παρθένον Αὔρην.
  15. ἔννεπεν ἀνθεμόεντος ἔσω λειμῶνος ὁδεύων
  16. εἰαρινοῖς ἀνέμοισι, καὶ εὐόδμῳ παρὰ μύρτῳ
  17. ἡδὺ μεσημβρίζων πόδας εὔνασεν, ἀμφὶ δὲ δένδρῳ
  18. κέκλιτο συρίζουσαν ἔχων Ζεφυρήιον αὔπην
  19. καὶ καμάτῳ καὶ ἔρωτι κατάσχετος· ἑζομένῳ δὲ
  20. ἥλικος αὐτομέλαθρος ὑπερκύψασα κορύμβου