Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἀλλά με κερτομέουσα βαρύστομος ὀξέι μύθῳ
- ἤκαχε Ληλάντοιο πάις, δυσπάρθενος Λὔρη·
- ἀλλὰ τί σοι τάδε πάντα διίξομαι; αἰδέομαι γὰρ
- αἶσχος ἐμῶν μελέων ἐνέπειν καὶ ὀνείδεα μαζῶν·
- μητρὶ δʼ ἐμῇ πάθον ἄλγος ὁμοίιον· ἀμφότερον γὰρ
- ἐν Φρυγίῃ Νιόβη διδυμητόκον ἤκαχε Λητώ,
- καὶ πἁλιν ἐν Φρυγίῃ με θεημάχος ἤκαχεν Λὔρη·
- ἀλλʼ ἡ μὲν νόθον εἶδος ἀμειψαμένη πόρε ποινήν,
- Τανταλὶς αἰνοτόκεια, καὶ εἰσέτι δάκρυα λείβει
- ὄμμασι πετραίοισιν· ἀνιηθεῖσα δὲ μούνη
- αἶσχος ἔχω νήποινον, ἐπεὶ φιλοπάρθενος Αὔρη
- δάκρυσιν οὐ λίθον εἶχε λελουμένον, οὐκ ἴδε πηγὴν
- μῶμον ἀπαγγέλλουσαν ἀφειδέος ἀνθερεῶνος.
- ἀλλὰ σὺ κυδαίνουσα τεὴν Τιτηνίδα φύτλην
- δός μετὰ μητρῴην ἑτέρην χάριν, ὄφρα νοήσω
- λαϊνέης ἀτίνακτν ἀμειβομένης δέμας Αὔρης·
- μηδὲ τεὴν ἔμφυλον ὀδυρομένην λίπε κούρην,
- μή μοι ἐπεγγελόωσαν ἴδω πάλιν ἄτροπον Αὔρην,
- ἠέ μιν οἰστρήσειε τεὴ χαλκήλατος ἅρπη.
- ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·