Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀμφιπόλων ἤστραψεν ὑπέρτερος, ὡς ὅτε δίφρῳ
  2. αἰθερίῳ πέμπουσα φιλαγρύπνων φλόγα πυρσῶν
  3. ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη
  4. πλησιφαὴς ἀνέτειλε [*](ἀνέτελλε MSS.: ἀνέτειλε scripsi.) πυριτρεφέων μέσον, ἄστρων,
  5. οὐρανίην στίχα πᾶσαν ἀμαλδύνουσα προσώπῳ·
  6. τῇ σέλας ἶσον ἔχουσα διέτρεχεν Ἄρτεμις ὕλην,
  7. εἰσόκε χῶρον ἵκανεν, ὅπῃ κελάδοντι ῥεέθρῳ
  8. Σαγγαρίου ποταμοῖο Διιπετὲς ἕλκεται ὕδωρ.
  9. αὔρη δʼ ἀμφιέλισσαν ἑὴν ἀνέκοψεν,
  10. καὶ κεμάδας χρυσέοισιν ἀνακρούουσα χαλινοῖς
  11. ἀμφὶ ῥοὰς ἔστησε φεραυγέα δίφρον ἀνάσσης·
  12. καὶ θεός ἐκ δίφροιο κατέδραμεν· ἐκ δέ οἱ ὤμων
  13. τόξα μὲν Οὖπις ἔδεκτο, καὶ ἰοδόκην Ἑκαέργη,
  14. Ὠκεανοῦ δέ θύγατρες ἐύπλοκα δίκτυα θήρης·
  15. καὶ κύνας--- ἐνδρομίδας δὲ ποδῶν ἀνελύσατο Λοξώ.
  16. ἡ δὲ μεσημβρίζουσα σέβας φιλοπάρθενον αἰδοῦς
  17. ἐν προχοαῖς ἐφύλαξε, διερπύζουσα ῥοάων
  18. ἴχνεσι φειδομένοισι, καὶ ἐκ ποδὸς ἄχρι καρήνου
  19. ἀκροβαφῆ κατὰ βαιὸν ἀναστείλασα χιτῶνα,
  20. ἀμφιπερισφίγγουσα πόδας διδυμάονι μηρῷ