Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Δίζεο τεσσαρακοστὸν ἐς ὄγδοον αἷμα Γιγάντων, Παλλήνην δὲ δόκευε καὶ ὑπναλέης τόκον Αὔρης.
- αὐτὰρ ὁ πορδαλίων ἐποχημένος ἄντυγι δίφρου
- Θρηικίῃ περίφοιτος ἐκώμασε Βάκχος ἀρούρῃ,
- ἵππιον ἀρχεγόνοιο Φορωνέος οὖδας ἐάσας.
- οὐδὲ χόλον πρήυνε παλίγκοτον Ἰναχὶς Ἥρη
- Ἄργεος οἰστρηθέντος, Ἀχαιιάδων δὲ γυναικῶν
- λύσσης μνῆστιν ἔχουσα πάλιν θωρήσσετο Βάκχῳ.
- καὶ δολίας ἀνέφαινε λιτὰς παμμήτορι Γαίῃ,
- ἔργα Διὸς βοόωσα καὶ ἠνορέην Διονύσου
- γηγενέων ὀλέσαντος ἀμετρήτων νέφος Ἰνδῶν·
- καὶ Σεμέλης ὅτε παῖδα φερέσβιος ἔκλυε μήτηρ
- Ἰνδῴην ταχύποτμον ἀιστώσαντα γενέθλην,
- μνησαμένη τεκέων πλέον ἔστενεν ἀμφὶ δὲ Βάκχῳ
- αὐτογόνων θώρηξεν ὀρίδρομα φύλα Γιγάντων,
- ὑψιλόφους ἕο παῖδας ἀνοιστρήσασα κυδοιμῷ·
- Παῖδες ἐμοί, μάρνασθε κορυμβοφόρῳ Διονύσῳ
- ἠλιβάτοις σκοπέλοισιν, ἐμῆς δʼ ὀλετῆρα γενέθλης
- Ἰνδοφόνον Διὸς υἷα κιχήσατε· μηδὲ νοήσω
- σὺν Διὶ κοιρανέοντα νόθον σκηπτοῦχον Ὀλύμπου.
- δήσατε, δήσατε Βάκχον, ὅπως θαλαμηπόλος εἴη,