Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἰθέρι χεῖρα πέλασσε, καὶ ὡμίλησεν Ὀλύμπῳ,
  2. καὶ νεφέλας ἔθλιψε· φόβῳ δʼ ἐλελίζετο Περσεὺς
  3. δεξιτερὴν ἀκίχητον ὀπιπεύων Διονύσου
  4. ἠελίου ψαύουσαν, ἐφαπτομένην δὲ σελήνης.
  5. ἀλλὰ λιπὼν Διόνυσον ἐμάρνατο θυιάσι Βάκχαις·
  6. καὶ παλάμῃ δονέων θανατηφόρον ὄμμα Μεδούσης
  7. λαϊνέην ποίησε κορυσσομένην Ἀριάδνην.
  8. καὶ πλέον ἔβρεμε Βάκχος ἰδὼν πετρώδεα νύμφην·
  9. καί νύ κεν Ἄργος ἔπερσε καὶ ἐπρήνιξε Μυκήνας
  10. καὶ Δαναῶν ἤμησεν ὅλην στίχα, καί νύ κεν αὐτὴν
  11. μαρναμένην ἄγνωστον ἀνούτατον οὔτασεν Ἥρην
  12. μάντιος ἀντιτύποιο νόθῃ βροτοειδέι μορφῇ,
  13. καί νύ κεν ὠκυπέδιλος ὑπὲρ μόρον ἔφθιτο Περσεύς.
  14. εἰ μή μιν κατόπισθε φανεὶς πτερόεντι πεδίλῳ
  15. χρυσείης πλοκαμῖδος ἑλὼν ἀνεσείρασεν Ἑρμῆς,
  16. καί μιν ἀλεξικάκῳ φιλίῳ μειλίξατο μύθῳ·
  17. Ζηνὸς γνήσιον αἷμα, νόθος ζηλήμονος Ἥρης,
  18. οἶσθα μέν, ὥς σε σάωσα διιπετέων ἀπὸ πυρσῶν,
  19. καἰ σε Λάμου ποταμοῖο θυγατράσιν ὤπασα Νύμφαις
  20. εἰσέτι κουρίζοντα, πάλιν δέ σε χερσὶν ἀείρων