Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χρυσὸν ἔχω γενετῆρα, πατὴρ δʼ ἐμὸς ὑέτιος Ζεύς·
  2. ἠνίδε φοινίσσοντα θεμείλια παρθενεῶνος,
  3. λείψανα κεῖνα φέροντα ῥυηφενέος νιφετοῖο.
  4. ἀλλὰ φύγε κλυτὸν Ἄργος, ἐπεὶ μενεδήιος Ἥρη
  5. ἔλλαχεν ἕδρανα ταῦτα τεῆς ὀλέτειρα τεκούσης,
  6. μή σε τὸν οἰστρήσαντα καὶ οἰστρηθέντα τελέσσῃ
  7. μή σε πάλιν μανίῃ τεθοωμένον ὀψὲ νοήσω.
  8. ὣς εἰπὼν προμάχιζεν· ἀνεπτοίησε δὲ Βάκχας
  9. Ἄρεα θωρήξασα καὶ ἀμητῆρα Μεδούσης
  10. Ἥρη πανδαμάτειρα· καταιθύσσουσα δὲ Βάκχου
  11. ἀστεροπῆς μίμημα, θεόσσυτον ἁλλόμενον πῦρ,
  12. ῥῖψε κατὰ Βρομίοιο σελασφόρον αἴθοπα λόγχην.
  13. καὶ γελόων Διόνυσος ἀμείβετο θυιάδι φωνῇ·
  14. Οὐ τόσον ἀστράπτουσαν ἔχεις ἀσίδηρον ἀκωκήν·
  15. οὐ δύνασαι κλονέειν με, καὶ εἰ λάχες ἔμπυρον αἰχμήν·
  16. οὐδέ με πημαίνει στεροπὴ Διός· ἡμιτελῆ γὰρ
  17. νήπιον εἰσέτι Βάκχον ἐχυτλώσαντο κεραυνοὶ
  18. ἀφλεγὲς ἄσθμα χέοντες ἀδηλήτῳ Διονύσῳ.
  19. καὶ σὺ μέγα φρονέων δρεπανηφόρε παύεο Περσεῦ·
  20. Γοργόνος οὐ μόθος οὗτος ὀλίζονος, οὐ μία νύμφη