Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄλλον ἔχω Διὸς υἷα καὶ οὐ Βάκχοιο χατίζω.
  2. ποσσὶ πολυσκάρθμοισι πατεῖ Διόνυσος ὀπώρην·
  3. ἴχνεσιν ὑψιπόροισιν ἐμὸς γόνος ἠέρα τέμνει.
  4. μὴ κισσῷ δρεπάνην ἰσάζετε· καὶ γὰρ ἀρείων
  5. Βάκχου θυρσοφόρου δρεπανηφόρος ἔπλετο Περσεύς·
  6. εἰ στρατὸν Ἰνδὸν ἔπεφνεν, ἀέθλιον ἶσον ἐνίψω
  7. Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ·
  8. εἰ δὲ πολυκλύστοιο παρʼ Ἑσπέριον κλίμα πόντου
  9. ὁλκάδα λαϊνέην Τυρσηνίδα πῆξε θαλάσσῃ,
  10. κῆτος ὅλον περίμετρον ἐμὸς πετρώσατο Περσεύς.
  11. εἰ δὲ τεὸς Διόνυσος ἐρημονόμῳ παρὰ πόντῳ
  12. ὑπναλέην ἐσάωσεν ἐπʼ ἠιόνων Ἀριάδνην,
  13. δεσμοὺς Ἀνδρομέδης πτερόεις ἀνελύσατο Περσεύς,
  14. ἄξιον ἕδνον ἔχων πετρώδεα θῆρα θαλάσσης·
  15. οὔ πως Ἀνδρομέδην Παφίης χάριν, οὔ ποτε Περσεὺς
  16. Θησέος ἱμείρουσαν ἑὴν ἐρρύσατο νύμφην·
  17. ἀλλὰ σαοφρονέοντα γάμον λάχεν. ὡς Σεμέλην δέ,
  18. οὐ Δανάην πυρόεντες ἐτεφρώσαντο κεραυνοί·
  19. ἀλλὰ πατὴρ Περσῆος Ὀλύμπιος ὄμβρος Ἐρώτων
  20. χρύσεος εἰς γάμον ἦλθε, καὶ οὐ φλογόεις παρακοίτης.