Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Κεκροπίην δʼ ἐνόησε καὶ οὔνομα Θησέος ἔγνω
  2. καὶ στόλον ἐκ Κρήτης ἀπατήλιον· ἄγχι δὲ κούρης
  3. ἔνθεον εἶδος ἔχων ἀμαρύσσετο· παρθενικὴν δὲ
  4. φέρτερον εἰς πόθον ἄλλον ἐμάστιε κέντορι κεστῷ
  5. θοῦρος Ἔρως περίφοιτος, ὅπως Μινωίδα κούρην
  6. πειθομένην ζεύξειε κασιγνήτῳ Διονύσῳ.
  7. καὶ κινυρὴν δυσέρωτα παρηγορέων Ἀριάδνην
  8. τοῖον ἔπος φάτο Βάκχος ἐῇ φρενοθελγέι φωνῇ·
  9. Παρθένε, τί στενάχεις ἀπατήλιον ἀστὸν Ἀθήνης;
  10. μνῆστιν ἔα Θησῆος· ἔχεις Διόνυσον ἀκοίτην,
  11. ἀντὶ μινυνθαδίου πόσιν ἄφθιτον· εἰ δέ σε τέρπει
  12. ἥλικος ἠιθέου βρότεον δέμας, οὔ ποτε Θησεὺς
  13. εἰς ἀρετὴν καὶ κάλλος ἐριδμαίνει Διονύσῳ.
  14. ἀλλʼ ἐρέεις·ʼ ναετῆρα πεδοσκαφέος λαβυρίνθου
  15. δισσοφυῆ φοίνιξεν ὁμόζυγον ἀνέρα ταύρᾠ·
  16. οἶδας ἀοσσητῆρα τεὸν μίτον· οὐ γὰρ ἀγῶνα
  17. εὗρεν ἀεθλεύειν κορυνηφόρος ἀστὸς Ἀθήνης,
  18. εἰ μὴ θῆλυς ἄμυνε ῥοδόχροος· οὔ σε διδάξω
  19. καὶ Παφίην καὶ Ἔρωτα καὶ ἠλακάτην Ἀριάδνης.
  20. αἰθέρος οὐκ ἐρέεις ὅτι μείζονές εἰσιν Ἀθῆναι·