Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἷμα φέρει Μαραθῶνος, ὅθεν φίλος ἔπλετο Θησεύς.
  2. εἰ Ζέφυρος κλονέει, Ζεφυρηίδι δείξατε νύμφῃ
  3. ἴριδι μητρὶ Πόθοιο βιαζομένην Ἀριάδνην·
  4. εἰ Νότος, εἰ θρασὺς Εὖρος, ἐς ἠριγένειαν ἱκάνω
  5. μεμφομένη ῥοθίων ἀνέμων δυσέρωτι τεκούσῃ.
  6. δὸς κενεὴν πάλιν, Ὕπνε, φίλην χάριν, ἶσον ἐκείνῳ
  7. πέμπων ἄλλον ὄνειρον ἐπήρατον, ὄφρα νοήσω
  8. Κύπριδος ὑπναλέης γλυκερὴν ἀπατήλιον εὐνήν·
  9. μοῦνον ἐμοῖς δήθυνον ἐπʼ ὄμμασιν, ὄφρα νοήσω
  10. ἄπνοον οἶστρον Ἔρωτος ὀνειρείων ὑμεναίων.
  11. εἰ μὲν ἐς Ἀτθίδα γαῖαν, ἐπίκλοπε νυμφίε Θησεῦ,
  12. σὸν πλόον ἐκ Νάξοιο μετήγαγον ἅρπαγες αὖραι,
  13. εἰπέ μοι εἰρομένῃ, καὶ ἐς Αἰόλον αὐτίκα βαίνω
  14. μεμφομένη φθονεροῖσι καὶ οὐχ ὁσίοισιν ἀήταις·
  15. εἰ δέ με τὴν λιπόπατριν ἐρημάδι πάρθετο Νάξῳ,
  16. καὶ σέθεν ἀγνώσσοντος ἀμείλιχος ἔπλεε ναύτης,
  17. ἤλιτεν εἰς Θησῆα καὶ εἰς Θέμιν, εἰς Ἀριάδνην·
  18. μηκέτι ναυτίλος οὗτος ἴδοι ποτὲ πομπὸν ἀήτην,
  19. μηδέ μιν ἀσταθέεσσι συνιππεύοντα θυέλλαις
  20. ἵλαος ἀθρήσειε γαληναῖος Μελικέρτης·