Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Πασιθέην εὕδουσαν ἐγείρατε· τίς παρὰ Νάξῳ,
- τίς Χάριν ἐχλαίνωσεν ἀνείμονα; μὴ πέλεν Ἥβη;
- ἀλλὰ δέπας μακάρων τίνι κάλλιπε; μῆ παρὰ πόντῳ
- κέκλιται αἰγλήεσσα βοῶν ἐλάτειρα Σελήνη;
- καὶ πόθεν Ἐνδυμίωνος ἐθήμονος ἐκτός ἰαύει;
- μὴ Θέτιν ἀργυρόπεζαν ἐπʼ αἰγιαλοῖσι δοκεύω;
- ἀλλʼ οὐ γυμνὸν ἔχει ῥοδόεν δέμας. εἰ θέμις εἰπεῖν,
- Ναξιὰς ἰοχέαιρα πόνων ἀμπαύεται ἄγρης,
- θηροφόνους ἱδρῶτας ἀποσμήξασα θαλάσσῃ·
- τίκτει γὰρ γλυκὺν ὕπνον ἀεὶ πόνος· ἀλλʼ ἐνὶ λόχμῃ
- Ἄρτεμιν ἑλκεχίτωνα τίς ἔδρακε; μίμνετε, Βάκχαι.
- στῆθι, Μάρων· μῆ δεῦρο χορεύσατε· λῆγε λιγαίνων,
- Πὰν φίλε, μὴ σκεδάσειας ἑώιον ὕπνον Ἀθήνης·
- καὶ τίνι Παλλὰς ἔλειπεν ἑὸν δόρυ; καὶ τίς ἀείρει
- χαλκείην τρυφάλειαν ἢ αἰγίδα Τριτογενείης;
- τοῖα μέν ἔννεπε Βάκχος· ἀπὸ ψαμάθοιο δέ δειλὴ
- ὕπνον ἀποσκεδάσασα δυσίμερος ἔγρετο κούρη,
- καὶ στόλον οὐκ ἐνόησε καἰ οὐ πόσιν ἠπεροπῆα·
- ἀλλὰ σὺν ἀλκυόνεσσι Κυδωνιὰς ἔστενε νύμφη
- ἠιόνας μεθέπουσα, βαρύβρομον ἕδνον Ἐρώτων·