Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἵλαον οὐρανόθεν ναέτην ξείνισσας Ὀλύμπου;
- πείθομαι, ὡς θεὸς ἄλλος ἐκώμασε σεῖο μελάθρῳ,
- καὶ φιλίης πόμα τοῦτο τεῆς διὰ δεῖπνα τραπέζης
- Ἀτθίδι δῶρον ἔδωκεν, ἄτε στάχυν ὤπασε Δηώ.
- ἔννεπε θαμβήσας γλυκερὸν ποτόν· ἐκ στομάτων δὲ
- ἡδυμανὴς ἀλάλαζε χέων ἄγραυλον ἀοιδήν.
- ἀγρονόμοι δʼ ἀρύοντες ἐπασσυτέροισι κυπέλλοις
- πάντες ἐβακχεύθησαν ἀμερσινόῳ φρένας οἴνῳ·
- ὄμματα δʼ ἐπλάζοντο, φιλακρήτοις δὲ κυπέλλοις
- ἄργυφα πορφύροντο παρήια, γειοπόνων δὲ
- στήθεα θερμαίνοντο, ποτῷ δʼ ἐβαρύνετο κόρση,
- καὶ φλέβες οἰδαίνοντος ἐκυμαίνοντο καρήνου·
- τοῖσι δὲ δερκομένοισιν ἐσείετο κόλπος ἀρούρης
- καὶ δρύες ὠρχήσαντο καὶ ἐσκίρτησαν ἐρίπναι·
- καὶ σφαλεραῖς λιβάδεσσιν ἀήθεος ἔμπλεος οἴνου
- ὕπτιος αὐτοκύλιστος ἐπὶ χθόνα κάππεσεν ἀνήρ.
- καὶ χορὸς ἀγρονόμων φονίῳ δεδονημένος οἴστρῳ
- τλήμονος Ἰκαρίοιο κατέτρεχε θυιάδι λύσσῃ,
- οἶά τε φαρμακόεντα κερασσαμένου δόλον οἴνου,
- ὃς μὲν ἔχων βουπλῆγα σιδήρεον, ὃς δὲ μακέλλῃ