Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- τίς Σεμέλῃ παρίαυε, τίς ἤροσε παῖδα Θυώνης.
- εἰ δὲ μαθεῖν ἐθέλεις χοροτερπέος ὄργια Βάκχου,
- φάρεα καλλείψας βασιλήια τέτλαθι, Πενθεῦ,
- θήλεα πέπλα φέρειν, καὶ γίνεο θῆλυς Ἀγαύη·
- μὴ δέ σε θηρεύοντα παραΐξωσι γυναῖκες.
- ἢν δὲ τεῇ παλάμῃ θηροκτόνα τόξα τανύσσῃς,
- Κάδμος ἐπαινήσει σε συναγρώσσοντα τεκούσῃ.
- Βάκχῳ μοῦνος ἔριζε, καί, εἰ θέμις, ἰοχεαίρῃ,
- ὄφρα λεοντοφόνον σε μετʼ Ἀκταίωνα καλέσσω.
- κάτθεο τεύχεα ταῦτα· σιδηροφόρους δὲ μαχητὰς
- χερσὶν ἀθωρήκτοισιν ἐμαὶ κτείνουσι γυναῖκες·
- εἰ δέ σε νικήσωσιν ἀτευχέι θήλεϊ χάρμῃ
- ἔντεσι κοσμηθέντα, τίς αἰνήσειε πολίτης
- ἄνδρα γυναικείῃ κεκαφηότα δηιοτῆτι;
- Βασσαρὶς οὐ τρομέει πτερόεν βέλος, οὐ δόρυ φεύγει·
- ἀλλὰ δόλῳ κρυφἱῳ πυκάσας ἄγνωστον ὀπωπὴν
- ὄψεαι ὄργια πάντα χοροπλεκέος Διονύσου.
- ὣς εἰπών παρέπεισεν, ἐπεὶ νόον ἀνδρὸς ἱμάσσων
- φοιταλέης ἐδόνησε κατάσχετον ἅλματι λύσσης---
- καὶ Βρομίῳ συνάεθλος ἐπέχραε Πενθέι Μήνη