Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ σύ με τοῦτο δίδαξον ἀληθέι μάρτυρι μύθῳ·
  2. Ζεὺς γενέτης πότε Φοῖβον ἢ Ἄρεα γείνατο μηρῷ;
  3. εἰ Διὸς ἔλλαχες αἷμα, μετέρχεο κύκλον Ὀλύμπου
  4. αἰθέρα ναιετάων, λίπε Πενθέι πατρίδα Θήβην.
  5. ὤφελες ἅρμενον ἄλλον ἀμεμφέα μῦθον ἐνίψαι
  6. ψεύδεϊ κερδαλέῳ κεράσας θελξίφρονα Πειθώ,
  7. ὅττί σε παιδοτόκῳ Κρονίδης τέκεν ἠθάδι κόρσῃ·
  8. οὐ τάχα τόσσον ἄπιστον ἔην ἔπος, ὅττι καὶ αὐτὸν
  9. Βάκχον ἀνυμφεύτῳ μετὰ Παλλάδα τίκτε καρήνῳ.
  10. ἤθελον, εἰ γένος ἔσχες Ὀλύμπιον, αἴθε Κρονίων
  11. ὑψιμέδων σε φύτευσεν, ὅπως Διὸς αἷμα διώκων
  12. νικήσω Διόνυσον, Ἐχίονος υἱὸς ἀκούων.
  13. ὣς φαμένου νεμέσιζε θεὸς καὶ ἀμείβετο μύθῳ,
  14. κρύπτων δαιμονίης ὑποκάρδιον ὄγκον ἀπειλῆς·
  15. Βάρβαρα θεσμὰ φέρουσαν ἐπολβίζω χθόνα Κελτῶν,
  16. ἧχι νέων βρεφέων καθαρὴν ὠδῖνα δικάζων
  17. Ῥῆνος ἀσημάντοιο θεμιστοπόλος τοκετοῖο
  18. αἵματος ἀγνώστοιο νόθον γένος οἶδεν ἐλέγξαι.
  19. οὐ μὲν ἐγὼ Ῥήνοιο φατιζομένου ποταμοῖο
  20. χεύμασιν οὐτιδανοῖσι δικάζομαι, ἀλλὰ ῥεέθρων