Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- δῶκε ποτὸν ληθαῖον· ὀδυρομένοιο δὲ Κάδμου
- πένθιμον ἐπρήυνε γόον παιήονι μύθῳ·
- ἀμφοτέρας δʼ εὔνησε καὶ Αὐτονόην καὶ Ἀγαύην,
- ἐλπίδος ἐσσομένης πρωτάγγελα θέσφατα φαίνων.
- Ἰλλυρίην δʼ ἐπὶ γαῖαν ἐς Ἑσπερίου χθόνα πόντου
- Ἁρμονίην λιπόπατριν ὁμόστολον ἥλικι Κάδμῳ
- ἀμφοτέρους πόμπευεν ἀλήμονας, οἷς χρόνος ἕρπων
- ὤπασε πετρήεσσαν ἔχειν ὀφιώδεα μορφήν.
- καὶ Σατύρους καὶ Πᾶνας ἔχων καὶ λύγκας ἱμάσσων
- ἁβρὸς ἀσιγήτοισιν ἐκώμασε Βάκχος Ἀθήναις.