Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἕκτον τεσσαρακοστὸν ἴδε πλέον, ἧχι νοήσεις Πενθέος ἄκρα κάρηνα καὶ ὠλεσίτεκνον Ἀγαύην.
  2. ἀλλʼ ὅτε δὴ γίνωσκεν ἄναξ θρασύς, ὅττι λυθέντος
  3. αὐτομάτου δεσμοῖο σιδηροφόρων ἀπὸ χειρῶν
  4. μαινάδες ἐσσεύοντο μετήλυδες εἰς ῥάχιν ὕλης,
  5. καὶ δόλον ἀλλοπρόσαλλον ἀθηήτου Διονύσου,
  6. ἄστατος ὑβριστῆρι χόλῳ κυμαίνετο Πενθεύς·
  7. καί μιν ἰδὼν παρεόντα παλίνδρομον ἠθάδι κισσῷ
  8. βόστρυχα μιτρωθέντα, καὶ ἄπλοκον ὑψόθεν ὤμων
  9. μηκεδανῆς ὁρόων κεχαλασμένον ὁλκὸν ἐθείρης,
  10. τοῖον ἀπερροίβδησεν ἔπος λυσσώδεϊ λαιμῷ·
  11. Ἡδὺς ὁ Τειρεσίαν ἀπατήλιον εἰς ἐμέ πέμπων·
  12. οὐ δύναται σέο μάντις ἐμὸν νόον ἠπεροπεύειν·
  13. ἄλλοις ἔννεπε ταῦτα. θεὰ πόθεν υἱέι Ῥείη
  14. οὐ Διὶ μαζὸν ὄρεξε, καὶ ἔτρεφεν υἷα Θυώνης;
  15. εἴρεο Δικταίης κορυθαιόλον ἄντρον ἐρίπνης,
  16. εἴρεο καὶ Κορύβαντας, ὅπῃ ποτὲ κοῦρος ἀθύρων
  17. μαζὸν Ἀμαλθείης κουροτρόφον αἰγὸς ἀμέλγων
  18. Ζεὺς μένος ἠέξησε, καὶ οὐ γλάγος ἔσπασε Ῥείης.
  19. ἤθεα σῆς δολίης ἀπεμάξαο καὶ σὺ τεκούσης·
  20. ψευδομένην Σεμέλην Κρονίδης ἔφλεξε κεραυνῷ·