Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δῶρα λαβὼν Λυδοῖο παρʼ ἀνέρος ἠπεροπῆος,
  2. δῶρα πολυχρύσοιο φατιζομένου ποταμοῖο.
  3. ἀλλʼ ἐρέεις, ὅτι Βάκχος ἐποίνιον εὗρεν ὀπώρην·
  4. οἶνος ἀεὶ μεθύοντας ἐφέλκεται εἰς Ἀφροδίτην,
  5. εἰς φόνον ἀσταθέος νόον ἀνέρος οἶνος ἐγείρει.
  6. ἀλλὰ Διὸς γενετῆρος ἔχει δέμας ἠὲ χιτῶνας·
  7. χρύσεα πέπλα φέρων, οὐ νεβρίδας, ὑψιμέδων Ζεὺς
  8. ἀστράπτει μακάρεσσι· καὶ ἀνδράσι μάρναται Ἄρης
  9. χάλκεον ἔγχος ἔχων, οὐκ οἴνοπα θύρσον ἀείρων·
  10. οὐ βοέοις κεράεσσι κερασφόρος ἐστὶν Ἀπόλλων.
  11. μὴ ποταμὸς Σεμέλην νυμφεύσατο, καὶ τέκε νύμφη
  12. υἷα νόθον κερόεντα βοοκραίρῳ παρακοίτῃ;
  13. ἀλλʼ ἐρέεις· γλαυκῶπις ἐς ἄρσενα δῆριν ἱκάνει
  14. σύγγονον ἔγχος ἔχουσα καὶ ἀσπίδα Παλλὰς Ἀθήνη---
  15. αἰγίδα καὶ σὺ τίταινε τεοῦ Κρονίδαο τοκῆος.
  16. ὣς φαμένου Πενθῆος ἀμείβετο μάντις ἐχέφρων·
  17. Τί κλονέεις Διόνυσον, ὃν ἤροσεν ὑψιμέδων Ζεύς,
  18. ὃν Κρονίδης ὤδινε πατὴρ ἐγκύμονι μηρῷ,
  19. παιδοκόμῳ δὲ γάλακτι θεητόκος ἔτρεφε Ῥείη,
  20. ὃν πάρος ἡμιτέλεστον ἔτι πνείοντα τεκούσης