Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αὐτομάτην γλαγόεσσαν ἀνέβλυον ἰκμάδα μαζοί.
  2. παιδὶ δὲ πειναλέῳ λασίους πετάσασα χιτῶνας
  3. χείλεσι νηπιάχοισι νεόρρυτον ὤρεγε θηλήν,
  4. παρθενικὴ δʼ ἐκόρεσσεν ἀήθεϊ κοῦρον ἐέρσῃ·
  5. πολλαὶ δʼ ἀρτιτόκοιο μετοχλισθέντα τεκούσης
  6. τέκνα δασυστέρνοιο τιθηνήσαντο λεαίνης.
  7. ἄλλη δίψιον οὖδας ἐπέκτυπεν ὀξέι θύρσῳ
  8. ἄκρον ὄρος πλήξασα νεοσχιδές· αὐτοτελῆ δὲ
  9. οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη,
  10. λειβομένου δὲ γάλακτος ἀρασσομένης ἀπὸ πέτρης
  11. πίδακες αὐτοχύτοισιν ἐλευκαίνοντο ῥεέθροις.
  12. ἄλλη ῥῖψε δράκοντα κατὰ δρυός· ἀμφί δὲ δένδρῳ
  13. σπεῖραν ὄφις κύκλωσε, καὶ ἔπλετο κισσὸς ἀλήτης
  14. πρέμνον ἑλισσομένῳ σκολιῷ μιτρούμενος ὁλκῷ,
  15. ἀμφελελιζομένων μιμούμενος ἄμμα δρακόντων.
  16. καὶ Σάτυρος πεφόρητο σεσηρότα θῆρα κομίζων
  17. τίγριν ἀπειλητῆρα καθήμενον ὑψόθι νώτου,
  18. ἄγριον ἦθος ἔχοντα καὶ οὐ ψαύοντα φορῆος·
  19. καὶ συὸς ἄκρα γένεια γέρων Σειληνὸς ἐρύσσας
  20. κάρχαρον ἠκόντιζεν ἐς ἠέρα κάπρον ἀθύρων·