Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἥλικες ἀγρώσσοντι συναγρώσσουσι Λυαίῳ.
- ζῆλον ἔχω, Λιόνυσε, λεοντοφόνοιο Κυρήνης·
- φείδεό μοι Βρομίοιο, θεημάχε, φείδεο, Πενθεῦ·
- εἰς σκοπέλους ἀκίχητος ἐλεύσομαι, ὄφρα καἰ αὐτὴ
- εὔιον ἀείδουσα χοροίτυπον ἴχνος ἑλίξω·
- οὐκέτι βοτρυόεντος ἀναίνομαι ὄργια Βάκχου,
- οὐκέτι Βασσαρίδων στυγέω χορόν· ἀλλὰ καὶ αὐτὴ
- δειμαίνω Διόνυσον, ὃν ἤροσεν ἄφθιτος εὐνή,
- ὃν Διὸς ὑψιμέδοντος ἐχυτλώσαντο κεραυνοί.
- ἔσσομαι ὠκυπέδιλος, ὁμήλυδος ἰοχεαίρης
- δίκτυα κουφίζουσα, καὶ οὐ κλωστῆρας Ἀθήνης.
- ὣς φαμένη πεπότητο νέη σκαίρουσα Μιμαλλών,
- ληναίης μεθέπουσα φιλεύιον ἅλμα χορείης,
- Βάκχον ἀνευάζουσα καἰ ἀείδουσα Θυώνην·
- καὶ Σεμέλην ὑπάτοιο Διὸς κίκλησκε γυναῖκα,
- καὶ σέλας εὐφαέων γαμίων ἐλίγαινε κεραυνῶν.
- καὶ χορὸς ὲν σκοπέλοισιν ἔην πολύς· ἀμφὶ δὲ πέτραι
- ἴαχον· ἑπταπύλου δὲ πέδον περιδέδρομε Θήβης
- ἠχὴ ποικιλόμορφος· ὁμογλώσσῳ δʼ ἀλαλητῷ
- μελπομένων βαρύδουπος ἐπεσμαράγησε Κιθαιρών·