Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὁλκαίαις ἑλίκεσσιν ἀνέδραμεν εἰς κέρας ἱστοῦ·
- καὶ χλοεροῖς πετάλοισι κατάσκιος ἠέρι γείτων
- ἱστὸς ἔην κυπάρισσος ὑπέρτατος· ὲν δὲ μεσόδμῃ
- κισσὸς ἀερσιπότητος ἀνήιεν αἰθέρι γείτων,
- σειρὴν αὐτοέλικτον ἐπιπλέξας κυπαρίσσῳ·
- ἀμφὶ δὲ πηδαλίοισιν ὑπερκύψασα θαλάσσης
- Βακχιὰς ἀμπελόεντι κάμαξ ἐβαρύνετο καρπῷ·
- πρύμνης δʼ ἡδυπότοιο βαρυνομένης Διονύσου
- οἶνον ἀναβλύζουσα μέθης βακχεύετο πηγή.
- ἀμφὶ δὲ σέλματα πάντα διὰ πρώρης ἀνιόντες
- θῆρες ἀεξήθησαν· ἐμυκήσαντο δὲ ταῦροι,
- καὶ βλοσυρὸν κελάδημα λέων βρυχήσατο λαιμῷ.
- Τυρσηνοὶ δʼ ἰάχησαν, ἐβακχεύοντο δὲ λύσσῃ
- εἰς φόβον οἰστρηθέντες. ἀεξιφύτοιο δὲ πόντου
- ἄνθεα κυματόεντες ἀπέπτυον ὕδατος ὁλκοί·
- καὶ ῥόδον ἐβλάστησε, καὶ ὑψόθεν, ὡς ἐνὶ κήπῳ,
- ἀφροτόκοι κενεῶνες ἐφοινίσσοντο θαλάσσης,
- καὶ κρίνον ἐν ῥοθίοις ἀμαρύσσετο. δερκομένων δὲ
- ψευδομένους λειμῶνας ἐβακχεύθησαν ὀπωπαί,
- καί σφιν ὄρος βαθύδενδρον ἐφαίνετο καὶ νομὸς ὕλης