Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ φυτὸν ὑψικάρηνον, ὅπῃ θρασὺς ἕζετο Πενθεύς,
  2. θῆρες ἐκυκλώσαντο, καὶ ἄγριον εἶχον ἐρωὴν
  3. δένδρον ἀπειλητῆρι μετοχλίζοντες ὀδόντι,
  4. τρηχαλέαις γενύεσσι· τινασσομένοιο δὲ δένδρου
  5. κύμβαχος αὐτοκύλιστος ἕλιξ δινεύετο Πενθεύς,
  6. καί μιν ἐδηλήσαντο δεδουπότα λυσσάδες ἄρκτοι·
  7. ἀγροτέρη δὲ λέαινα καταΐσσουσα προσώπου
  8. πρυμνόθεν ἔσπασε χεῖρα, καὶ ἄσχετα μαινομένη θὴρ
  9. ἡμιτόμου Πενθῆος ἐρεισαμένη πόδα λαιμῷ
  10. θηγαλέοις ὀνύχεσσι διέθρισεν ἀνθερεῶνα,
  11. αἱμαλέον δὲ κάρηνον ἐκούφισεν ἅρπαγι ταρσῷ
  12. οἰκτρὰ δαϊζομένου, καὶ ἐδείκνυε μάρτυρι Κάδμῳ
  13. παλλομένη, βροτέην δʼ ἀλιτήμονα ῥήξατο φωνήν·
  14. Εἰμὶ τεὴ θυγάτηρ θηροκτόνος· εἰμὶ δὲ μήτηρ
  15. Πενθέος ὀλβίστοιο, τεὴ φιλότεκνος Ἀγαύη.
  16. τηλίκον ὤλεσα θῆρα· λεοντοφόνοιο δὲ νίκης
  17. δέχνυσο τοῦτο κάρηνον ἐμῆς πρωτάγριον ἀλκῆς·
  18. τηλίκον οὔ ποτε θῆρα κατέκτανε σύγγονος Ἰνώ,
  19. οὐ κτάνεν Αὐτονόη· σὺ δὲ σύμβολα παιδὸς Ἀγαύης
  20. πῆξον ἀριστοπόνοιο τεοῦ προπάροιθε μελάθρου.