Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἐνδρομίδας φορέοντα, καὶ ἀμφαφόωντα φαρέτρην.
- ὀλβίη, Αὐτονόη, Σεμέλης πλέον, ὅττι θεαίνης
- εἰς γάμον ἐρχομένης ἑκυρὴ πέλες ἰοχεαίρης·
- Ἰνοῦς καλλιτόκοιο μακαρτέρη, ὅττι θεαίνης
- σὸς πάις ἔλλαχε λέκτρα, τὰ μὴ λάχεν Ὦτος ἀγήνωρ.
- οὐ θρασὺς Ὠρίων πέλε νυμφίος ἰοχεαίρης.
- χάρματι δʼ ἡβήσας σέθεν υἱέος εἵνεκα νύμφης
- κωμάζει σέο Κάδμος ὀρεσσαύλῳ παρὰ παστῷ,
- σείων ἠερίοις ἀνέμοις χιονώδεα χαίτην.
- ἔγρεο, καὶ σὺ γένοιο γαμοστόλος, εὔλοχε μήτηρ·
- ἅρμενος οὗτος Ἔρως, ὅτι νυμφίον Ἄρτεμις ἁγνὴ
- υἷα κασιγνήτοιο καὶ οὐ ξένον εἶχεν ἀκοίτην.
- ἀλλὰ θεὰ φυγόδεμνος ἐπήν ποτε παῖδα λοχεύσῃ,
- υἱέα κουφίζουσα σαόφρονος ἰοχεαίρης
- πήχεϊ παιδοκόμῳ ζηλήμονι δεῖξον Ἀγαύῃ.
- τίς νέμεσίς ποτε τοῦτο, κυνοσσόος εἰ παρὰ παστῷ
- ἤθελε θηρητῆρα λαγωβόλον υἷα λοχεῦσαι,
- εἴκελον Ἀκταίωνι φιλοσκοπέλῳ τε Κυρήνῃ,
- μητρῴων ἐλάφων ἐποχημένον ὠκέι δίφρῳ;