Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. βάκχας ἀμφιπόλους, Σατύρους θεράποντας ὀπάσσω·
  2. δέξό μοι ἕδνα γάμοιο καὶ ἀμπελόεσσαν ὀπώρην·
  3. εἰ δʼ ἐθέλεις δόρυ θοῦρον Ἀδώνιδος οἶά τε κούρη,
  4. θύρσον ἔχεις ἐμὸν ἔγχος· ἔα γλωχῖνα τριαίνης.
  5. φεῦγε, φίλη, κακὸν ἦχον ἀσιγήτοιο θαλάσσης,
  6. φεῦγε δυσαντήτων Ποσιδήιον οἶστρον Ἐρώτων.
  7. ἄλλῃ Ἀμυμώνῃ παρελέξατο κυανοχαίτης,
  8. ἀλλὰ γυνὴ μετὰ λέκτρον ὁμώνυμος ἔπλετο πηγή·
  9. καὶ Σκύλλῃ παρίαυε καὶ εἰναλίην θέτο πέτρην·
  10. Ἀστερίην δʼ ἐδίωκε, καὶ ἔπλετο νῆσος ἐρήμη·
  11. παρθενικὴν δʼ Εὔβοιαν ἐνερρίζωσε θαλάσσῃ.
  12. οὗτος Ἀμυμώνην μνηστεύεται, ὄφρα καὶ αὐτὴν
  13. λαϊνέην τελέσῃ μετὰ δέμνιον· οὗτος ὀπάσσει
  14. ἕδνον ἑῶν θαλάμων ὀλίγον ῥόον ἢ βρύον ἅλμης
  15. ἢ βυθίην τινὰ κόχλον. ἐγὼ δέ σοι εἵνεκα μορφῆς
  16. ἵσταμαι ἀσχαλόων, τίνα σοι, τίνα δῶρα κομίσσω·
  17. οὐ χατέει χρυσοῖο τέκος χρυσῆς Ἀφροδίτης.
  18. ἀλλά σοι ἐξ Ἀλύβης κειμήλια πολλὰ κομίσσω·
  19. ἄργυρον ἀργυρόπηχυς ἀναίνεται. εἰς σὲ κομίσσω
  20. δῶρα διαστίλβοντα φεραυγέος Ἠριδανοῖο·