Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θάρσος ἀναιδείῃ κεράσας ἀλλότριον αἰδοῦς
  2. τοίην ποικιλόμυθον ὑποσσαίνων φάτο φωνήν·
  3. Παρθένε, σὸν διʼ ἔρωτα καὶ οὐρανὸν οὐκέτι ναίω·
  4. σῶν πατέρων σπήλυγγες ἀρείονές εἰσιν Ὀλύμπου.
  5. πατρίδα σὴν φιλέω πλέον αἰθέρος· οὐ μενεαίνω
  6. σκῆπτρα Διὸς γενετῆρος, ὅσον Βερόης ὑμεναίους·
  7. ἀμβροσίης σέο κάλλος ὑπέρτερον· αἰθερίου δὲ
  8. νέκταρος εὐόδμοιο τεοὶ πνείουσι χιτῶνες.
  9. παρθένε, θάμβος ἔχω σέο μητέρα Κύπριν ἀκούων,
  10. ὅττί σε κεστὸς ἔλειπεν ἀθελγέα· πῶς δὲ σὺ μούνη
  11. σύγγονον εἶχες Ἔρωτα καὶ οὐ μάθες οἶστρον Ἐρώτων;
  12. ἀλλʼ ἐρέεις γλαυκῶπιν ἀπειρήτην ὑμεναίων·
  13. νόσφι γάμου βλάστησε καὶ οὐ γάμον οἶδεν Ἀθήνη·
  14. οὔ σε τέκε γλαυκῶπις ἢ Ἄρτεμις. ἀλλὰ σύ, κούρη,
  15. Κύπριδος αἷμα φέρουσα τί Κύπριδος ὄργια φεύγεις;
  16. μὴ γένος αἰσχύνῃς μητρώιον· Ἀσσυρίου δὲ
  17. εἰ ἐτεὸν χαρίεντος Ἀδώνιδος αἷμα κομίζεις,
  18. ἁβρὰ τελεσσιγάμοιο διδάσκεο θεσμὰ τοκῆος,
  19. καὶ Παφίης ζωστῆρι συνήλικι πείθεο κεστῷ,
  20. καὶ γαμίων πεφύλαξο δυσάντεα μῆνιν Ἐρώτων·