Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς ἐμὲ καὶ Διόνυσον Ἔρως ἐκένωσε φαρέτρην.
  2. ἀλλὰ πόθου δολίοιο πολύτροπον ἦθος ἐνίψω.
  3. πᾶσα γυνὴ ποθέει πλέον ἀνέρος, αἰδομένη δὲ
  4. κεύθει κέντρον Ἔρωτος ἐρωμανέουσα καὶ αὐτή,
  5. καὶ μογέει πολὺ μᾶλλον, ἐπεὶ σπινθῆρες Ἐρώτων
  6. θερμότεροι γεγάασιν, ὅτε κρύπτουσι γυναῖκες
  7. ἐνδόμυχον πραπίδεσσι πεπαρμένον ἰὸν Ἐρώτων.
  8. καὶ γὰρ ὅτʼ ἀλλήλῃσι πόθων ἐνέπουσιν ἀνάγκην,
  9. λυσιπόνοις ὀάροισιν ὑποκλέπτουσι μερίμνας
  10. Κυπριδίας. σὺ δέ, Βάκχε, τεῶν ὀχετηγὸν Ἐρώτων
  11. μιμηλῆς ἐρύθημα φέρων ἀπατήλιον αἰδοῦς.
  12. οἶα σαοφρονέουσαν ἔχων ἀγέλαστον ὀπωπήν,
  13. ὡς ἀέκων Βερόης σχεδὸν ἵστασο· καὶ λίνα πάλλων
  14. θαύματι μὲν δολίῳ ῥοδοειδέα δέρκεο κούρην,
  15. κάλλος ἐπαινήσας, ὅτι τηλίκον οὐ λάχεν Ἥρη,
  16. καὶ Χάριτας κίκλησκε χερείονας, ἀμφοτέρων δὲ
  17. μορφῇ μῶμον ἄναπτε, καὶ Ἀρτέμιδος καὶ Ἀθήνης,
  18. καὶ Βερόην ἀγόρευε φαεινοτέρην Ἀφροδίτης·
  19. κούρη δʼ εἰσαΐουσα τεὴν ψευδήμονα μομφὴν
  20. αἴνῳ τερπομένη πλέον ἵσταται· οὐκ ἐθέλει γὰρ