Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὅττι τόσοις ῥοθίοισι διʼ ὕδατος ὕδατα σύρων
- οὐ φύγε θερμὸν ἔρωτα, καὶ εἰ πέλεν ὑγρὸς ὁδίτης.
- ὣς φαμένη πηγαῖον ἐδύσατο σύγχροον ὕδωρ
- νηιὰς ἀκρήδεμνος ἐπεγγελόωσα Λυαίῳ.
- καὶ θεὸς ὑγρομέδοντι Ποσειδάωνι μεγαίρων
- εἶχε φόβον καὶ ζῆλον, ἐπεὶ πίε παρθένος ὕδωρ
- ἀντὶ μέθης, καὶ κωφὸν ἐς ἠέρα ῥήξατο φωνήν,
- οἶά περ εἰσαΐουσαν ἔχων πειθήμονα κούρην·
- Παρθένε, δέχνυσο νέκταρ· ἔα φιλοπάρθενον ὕδωρ·
- φεῦγε ποτὸν κρηναῖον, ὅπως μὴ σεῖο κορείην
- ὑδατόεις κλέψειεν ἐν ὕδασι κυανοχαίτης,
- ὅττι γυναιμανέων δολόεις πέλε· Θεσσαλίδος δὲ
- Τυροῦς οἶδας ἔρωτα καὶ ὑγροπόρους ὑμεναίους·
- καὶ σὺ ῥόον δολόεντα φυλάσσεο, μὴ σέο μίτρην
- ψευδαλέος λύσειε, γαμοκλόπος ὥς περ Ἐνιπεύς.
- ἤθελον εἰ γενόμην καὶ ἐγὼ ῥόος, ὡς ἐνοσίχθων,
- καὶ κελάδων πήχυνα ποθοβλήτῳ παρὰ πηγῇ
- διψαλέην ἀφύλακτον ἐμὴν Λιβανηίδα Τυρώ.
- εἶπε θεός· μελέων δὲ μετάτροπον εἶδος ἀμείψας,
- ὁππόθι παρθένος ἦεν, ἐδύσατο δάσκιον ὕλην