Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ζηνὸς ἀοσσητῆρες ὀιστεύοντο κεραυνοί·
  2. οὐδὲ συνερχομένων νεφέων μυκήτορι ῥόμβῳ
  3. βρονταίη βαρύδουπος ἐβόμβεεν ὄμβριος ἠχώ.
  4. ἀλλὰ πόλις Βερόη προτέρη πέλεν, ἣν ἅμα γαίῃ
  5. πρωτοφανὴς ἐνόησεν ὁμήλικα σύμφυτος Αἰών·
  6. οὐ τότε Ταρσὸς ἔην τερψίμβροτος, οὐ τότε Θήβη,
  7. οὐ τότε Σάρδιες ἦσαν, ὅπῃ Πακτωλίδος ὄχθης
  8. χρυσὸν ἐρευγομένης ἀμαρύσσεται ὄλβιος ἰλύς,
  9. Σάρδιες, Ἠελίοιο συνήλικες· οὐ γένος ἀνδρῶν,
  10. οὐ τότε τις πόλις ἦεν Ἀχαιιάς, οὐδὲ καὶ αὐτὴ
  11. Ἀρκαδίη προσέληνος· ἀνεβλάστησε δὲ μούνη
  12. πρεσβυτέρη Φαέθοντος, ὅθεν φάος ἔσχε Σελήνη.
  13. καὶ φθαμένη χθόνα πᾶσαν, ἑῷ παμμήτορι κόλπῳ
  14. ἠελίου νεοφεγγὲς ἀμελγομένη σέλας αἴγλης
  15. καὶ φάος ὀψιτέλεστον ἀκοιμήτοιο Σελήνης,
  16. πρώτη κυανέης ἀπεσείσατο κῶνον ὀμίχλης,
  17. καὶ χάεος ζοφόεσσαν ἀπεστυφέλιξε καλύπτρην·
  18. καὶ φθαμένη Κύπροιο καὶ Ἴσθμιον ἄστυ Κορίνθου
  19. πρώτη Κύπριν ἔδεκτο φιλοξείνῳ πυλεῶνι
  20. ἐξ ἁλὸς ἀρτιλόχευτον, ὅτε βρυχίην Ἀφροδίτην