Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θέλγε θεούς, καὶ μᾶλλον ἴσον βέλος εἰν ἑνὶ θεσμῷ
  2. πέμπε Ποσειδάωνι καὶ ἀμπελόεντι Λυαίῳ,
  3. ἀμφοτέροις μακάρεσσιν· ἐγὼ δέ σοι ἄξια μόχθων
  4. δῶρον ἑκηβολίης ἐπεοικότα μισθὸν ὀπάσσω·
  5. δώσω σοι χρυσέην γαμίην χέλυν, ἣν παρὰ παστῷ
  6. Ἁρμονίῃ πόρε Φοῖβος, ἐγὼ δέ σοι ἐγγυαλίξω
  7. ἄστεος ἐσσομένου μνημήιον, ὄφρά κεν εἴης
  8. καὶ μετὰ τοξευτῆρα λυροκτύπος, ὥς περ Ἀπόλλων.