Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἶπε· καὶ ἡγεμόνευεν ἐς ἀγλαὰ θέσφατα τοίχου,
  2. εἰσόκεν ἔδρακε χῶρον, ὅπῃ Βερόης περὶ πάτρης
  3. θέσφατον ὀψιτέλεστον Ὀφιονίη γράφε τέχνη
  4. ἐν πίνακι Κρονίῳ κεχαραγμένον οἴνοπι μίλτῳ·
  5. πρωτοφανὴς Βερόη πέλε σύγχρονος ἥλικι κόσμῳ,
  6. νύμφης ὀψιγόνοιο φερώνυμος, ἣν μετανάσται
  7. υἱέες Αὐσονίων, ὑπατήια φέγγεα Ῥώμης,
  8. Βηρυτὸν καλέσουσιν, ἐπεὶ Λιβάνῳ πέσε γείτων---
  9. τοῖον ἔπος δεδάηκε θεοπρόπον. ἀλλʼ ὅτε δαίμων
  10. θέσκελον ἑβδομάτου πίνακος παρεμέτρεεν ἀρχήν,
  11. δεύτερον ἐσκοπίαζεν, ὅπῃ παρὰ γείτονι τοίχῳ
  12. ποικίλα παντοίης ἐχαράσσετο δαίδαλα τέχνης
  13. μαντιπόλοις ἐπέεσσιν, ὅτι πρώτιστα νοήσει
  14. Πὰν νόμιος σύριγγα, λύρην Ἑλικώνιος Ἑρμῆς,
  15. δίθροον ἁβρὸς Ὕαγνις ἐυτρήτου μέλος αὐλοῦ,
  16. Ὀρφεὺς μυστιπόλοιο θεηγόρα χεύματα μολπῆς,
  17. καὶ Λίνος εὐεπίην Φοιβήιος, Ἀρκάς ἀλήτης
  18. μέτρα δυωδεκάμηνα καὶ Π̓ελίοιο πορείην,
  19. μητέρα τικτομένων ἐτέων τετράζυγι δίφρῳ,
  20. καὶ σοφὸς Ἐνδυμίων ἑτερότροπα δάκτυλα κάμψας