Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰπέ· τίνι πτολίων βασιληίδος ὄργανα φωνῆς
  2. λυσιπόνων ἀτίνακτα φυλάσσεται ἡνία θεσμῶν;
  3. ὅττι πολυχρονίοιο πόθου δεδονημένον οἴστρῳ
  4. Ἥρης κέντρον ἔχοντα κασιγνήτων ὑμεναίων
  5. εἰς χρόνον ἱμείροντα τριηκοσίων ἐνιαυτῶν
  6. Ζῆνα γάμοις ἔζευξα· χάριν δέ μοι ἄξιον ἔργων
  7. μισθὸν ἑοῦ θαλάμοιο νοήμονι νεῦσε καρήνῳ,
  8. ὅττι μιῇ πολίων, ὧν ἔλλαχον, ἐγγυαλίξει
  9. θεσμὰ Δίκης, ποθέω δὲ δαήμεναι, εἰ χθονὶ Κύπρου
  10. ἠὲ Πάφῳ τάδε δῶρα φυλάσσεται ἠὲ Κορίνθῳ
  11. ἢ Σπάρτῃ, Λυκόοργος ὅθεν πέλεν, ἠὲ καὶ αὐτῆς
  12. κούρης ἡμετέρης Βερόης εὐήνορι πάτρῃ.
  13. ἀλλὰ δίκης ἀλέγιζε καὶ ἁρμονίην πόρε κόσμῳ
  14. Ἁρμονίη γεγαυῖα βιοσσόος· εἰς σὲ γὰρ αὐτὴ
  15. πέμψεν ἐπειγομένην με θεμιστοπόλων τροφὸς ἀνδρῶν,
  16. παρθένος ἀστερόεσσα· τὸ δὲ πλέον ἔννομος Ἑρμῆς
  17. τοῦτο γέρας μεθέηκε, βιαζομένους ἵνα μούνη
  18. ἀνέρας, οὓς ἔσπειρα, γάμου θεσμοῖσι σαώσω.
  19. ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·
  20. Γίνεο θαρσαλέη, μὴ δείδιθι, μῆτερ Ἐρώτων·