Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὄρθια συρίζουσα βιοσσόος ἔρχεται αὔρη,
- εὐόδμοις ἀνέμοισι τινασσομένων κυπαρίσσων---
- σύννομος ἰχθυβολῆι γέρων ἐμελίζετο ποιμήν.
- καί δόμος ἀγρονόμων, ὅθι πολλάκις ἐγγύθι λόχμης
- Πανὶ μελιζομένῳ δρεπανηφόρος ἤντετο Δηώ,
- καί τις ἐφʼ ἱστοβοῆι γεωμόρος αὐχένα κάμψας,
- ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ,
- γείτονι μηλοβοτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης,
- σφίγξας σύζυγα ταῦρον, ὁμίλεε κυρτὸς ἀροτρεύς.
- ἄλλα δὲ πὰρ πελάγεσσιν ἔχει πόλις, ἧχι τιταίνει
- στέρνα Ποσειδάωνι, καὶ ἔμβρυον αὐχένα κούρης
- πήχεϊ μυδαλέῳ περιβάλλεται ὑγρὸς ἀκοίτης,
- πέμπων ὑδατόεντα φιλήματα χείλεσι νύμφης·
- καὶ βυθίη ἀπὸ χειρὸς ὁμευνέτις ἠθάδι κόλπῳ
- ἕδνα Ποσειδάωνος ἁλίτροφα πώεα λίμνης
- δέχνυται, ἰχθυόεντα πολύχροα δεῖπνα τραπέζης,
- εἰναλίῃ Νηρῆος ἐπισκαίροντα τραπέζῃ,
- ἀρκτῴην παρὰ πέζαν, ὅπῃ βαθυκύμονος ἀκτῆς
- μηκεδανῷ κενεῶνι βορήιος ἕλκεται αὐλών.
- ἀμφὶ δέ τερψινόοιο μεσημβρινὸν αὐχένα γαίης