Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἐσσομένων κήρυκα, Λατινίδα δέλτον, ἀείρων,
- εἰς Βερόης ὠδῖνα μογοστόκος ἤλυθεν Ἑρμῆς,
- καὶ Θέμις Εἰλείθυια, καὶ οἰδαλέου διὰ κόλπου
- στεινομένης ὠδῖνος ἀναπτύξασα καλύπτρην
- ὀξὺ βέλος κούφιζε πεπαινομένου τοκετοῖο,
- θεσμὰ Σόλωνος ἔχουσα· πιεζομένη δὲ λοχείῃ
- λυσιτόκῳ βαρὺ νῶτον ἐπικλίνασα θεαίνῃ
- Κύπρις ἀνωδίνεσκε, καὶ Ἀτθίδος ὑψόθι βίβλου
- παῖδα σοφὴν ἐλόχευσε, Λακωνίδες οἷα γυναῖκες
- υἱέας ὠδίνουσιν ἐπʼ εὐκύκλοιο βοείης·
- καὶ τόκον ἀρτιλόχευτον ἀπέπτυε θήλεϊ κόλπῳ
- ἄρσενα μαῖαν ἔχουσα δικασπόλον υἱέα Μαίης·
- καὶ βρέφος εἰς φάος ἦγεν. ἐχυτλώσαντο δέ κούρην
- τέσσαρες ἄστεα πάντα διιππεύοντες ἀῆται,
- ἐκ Βερόης ἵνα γαῖαν ὅλην πλήσωσι θεμίστων·
- τῇ δὲ λοχευομένῃ πρωτάγγελος εἰσέτι θεσμῶν
- Ὠκεανὸς πόρε χεῦμα λεχώιον ἰξύι κόσμου
- ἀενάῳ τελαμῶνι χέων μιτρούμενον ὕδωρ·
- χερσὶ δὲ γηραλέῃσιν ἐς ἀρτιτόκου χρόα κούρης
- σπάργανα πέπλα Δίκης ἀνεκούφισε σύντροφος Αἰών,