Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἤλασεν Ἰνδῴων μετανάστιον ἅρμα λεόντων
  2. κυδιόων, ἕτερος δὲ κατʼ αὐχένος ἅμμα πεδήσας
  3. Μυγδονίην ἔσπευδεν ἐς ᾐόνα πόρδαλιν ἕλκειν·
  4. καὶ Σάτυρος πεφόρητο, φιλακρήτῳ δὲ πετήλῳ
  5. στικτὸν ἔχων προκέλευθον ἐκώμασε τίγριν ἱμάσσων·
  6. ἄλλος ἄγων νόστησεν ἑῇ Κυβεληίδι νύμφῃ
  7. φυταλιὴν εὔοδμον ἁλιτρεφέων δονακήων,
  8. καὶ λίθον ἀστράπτουσαν Ἐρυθραίης γέρας ἅλμης·
  9. πολλὴ δʼ ἐκ θαλάμοιο σὺν ἀρτιγάμῳ παρακοίτῃ
  10. ληιδίη πλοκάμων μελανόχροος ἕλκετο νύμφη,
  11. δέσμιον αὐχένα δοῦλον ὑποζεύξασα λεπάδνῳ.
  12. χειρὶ δὲ κουφίζουσα ῥυηφενέος χύσιν ὄλβου
  13. εἰς σκοπιάς Τμώλοιο θεόσσυτος ἤιε Βάκχη,
  14. κῶμον ἀνευάζουσα παλιννόστῳ Διονύσῳ.
  15. καὶ στρατιῇ Διόνυσος ἐδάσσατο ληίδα χάρμης
  16. λαὸν ὅλον συνάεθλον ὑπότροπον οἴκαδε πέμπων
  17. Ἰνδῴην μετὰ δῆριν· ἀπεσσεύοντο δὲ λαοὶ
  18. μάρμαρα κουφίζοντες Ἑώια δῶρα θαλάσσης,
  19. ὄρνεά τʼ αἰολόμορφα· παλιννόστῳ δὲ πορείῃ
  20. κῶμον ἀνευάζοντες ἀνικήτῳ Διονύσῳ