Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δωμήσας ἕνα τύμβον ἀπείριτον εὐρέι κόλπῳ
  2. ἄκριτον ἀμφὶ πυρὴν ἑκατόμπεδον· ἀμφὶ δὲ νεκροῖς
  3. Μυγδονὶς αἰολόμολπος ἐπέκτυπεν αἴλινα σύριγξ,
  4. καὶ Φρύγες αὐλητῆρες ἀνέπλεκον ἄρσενα μολπὴν
  5. πενθαλέοις στομάτεσσιν, ἐπωρχήσαντο δὲ Βάκχαι
  6. ἁβρὰ μελιζομένοιο Γανύκτορος Εὐάδι φωνῇ·
  7. καὶ Κλεόχου Βερέκυντες ὑπὸ στόμα δίζυγες αὐλοὶ
  8. φρικτὸν ἐμυκήσαντο Λίβυν γόον, ὃν πάρος ἄμφω
  9. Σθεννώ τʼ Εὐρυάλη τε μιῇ πολυδειράδι φωνῇ
  10. ἀρτιτόμῳ ῥοιζηδὸν ἐπεκλαύσαντο Μεδούσῃ
  11. φθεγγομένων κεφαλῇσι διηκοσίῃσι δρακόντων,
  12. ὧν ἄπο μυρομένων σκολιὸν σύριγμα κομάων
  13. θρῆνον πουλυκάρηνον ἐφημίξαντο Μεδούσης.
  14. παυσάμενος δὲ πόνοιο, καὶ ὕδατι γυῖα καθήρας,
  15. ὤπασε λυσιμόθοισι θεουδέα κοίρανον Ἰνδοῖς,
  16. κρινάμενος Μωδαῖον· ἐπὶ ξυνῷ δὲ κυπέλλῳ
  17. Βάκχοις δαινυμένοισι μιῆς ἥψαντο τραπέζης
  18. ξανθὸν ὕδωρ πίνοντες ἀπʼ οἰνοπόρου ποταμοῖο.
  19. καὶ χορὸς ἄσπετος ἔσκεν· ἐπεσκίρτησε δὲ πολλὴ
  20. Βασσαρὶς οἰστρήεντι πέδον κρούουσα πεδίλῳ,