Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰς ἐμὲ θωρήχθη καὶ ἐμὸς γάμος· ἡμετέρου γὰρ
- Μορρέος ἱμείροντος ἐσυλήθη πόλις Ἰνδῶν·
- πατρὸς ἐνοσφίσθην χάριν ἀνέρος· ἡ πρὶν ἀγήνωρ
- καὶ θυγάτηρ βασιλῆος, ἐγώ ποτε δεσπότις Ἰνδῶν.
- ἔσσομαι ἀμφιπόλων καὶ ἐγὼ μία· καὶ τάχα δειλὴ
- δμωίδα Χαλκομέδειαν ἐμὴν δέσποιναν ἐνίψω.
- σήμερον Ἰνδὸν ἔδεθλον ἔχεις, ἀπατήλιε, Μορρεῦ·
- αὔριον αὐτοκέλευστος ἐλεύσεαι εἰς χθόνα Λυδῶν,
- Χαλκομέδης διὰ κάλλος ὑποδρήσσων Διονύσῳ.
- ἀμφαδὰ Χαλκομέδης ἔχε δέμνια, νυμφίε Μορρεῦ·
- οὐκέτι γὰρ τρομέεις βλοσυρὸν στόμα Δηριαδῆος.
- χάζεο, κικλήσκει σε δράκων πάλιν, ὅς σε διώκει
- φρουρὸν ἀσυλήτοιο γάμου συριγμὸν ἰάλλων.
- τοῖα μὲν ἀχνυμένη βαρυδάκρυος ἔννεπε νύμφη·
- Πρωτονόη δʼ ὀλόλυξε τὸ δεύτερον. ἀμφοτέραις δὲ
- χεῖρας ἐπικλίνασα κατηφέας ἴαχε μήτηρ·
- Πατρίδος ἡμετέρης πέσον ἐλπἱδες· οὐκέτι λεύσσω
- ἀνέρα Δηριαδῆα καὶ οὐκέτι γαμβρὸν Ὀρόντην.
- Δηριάδης τέθνηκεν· ἐσυλήθη πόλις Ἰνδῶν,
- ἀρραγὲς ἤριπε τεῖχος ἐμῆς χθονός· αἴθε καὶ αὐτὴν