Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἧχι θανὼν εὔυδρος ἐμὸς πόσις οἶδμα κυλίνδει,
  2. εὐνέτις ὑδατόεσσα· καὶ ἔσσομαι οἷα Κομαιθώ,
  3. ἣ πάρος ἱμερόεντος ἐρασσαμένη ποταμοῖο
  4. τέρπεται ἀγκὰς ἔχουσα καὶ εἰσέτι Κύδνον ἀκοίτην,
  5. ἀνδράσι πὰρ Κιλίκεσσι μεμηλότα μῦθον ἀκούω·
  6. οὐ μὲν ἐγὼ ποθέουσα παρέρχομαι ἡδὺν Ὀρόντην,
  7. οἷα φυγὰς Περίβοια, καὶ οὔ ποτε καμπύλον ὕδωρ
  8. ἂψ ἀνασειράζουσα φυλάξομαι ὑγρὸν ἀκοίτην.
  9. εἰ δέ μοι οὐ πέπρωτο θανεῖν παρὰ γείτονι Δάφνῃ,
  10. κύμασι πατροπάτωρ με κατακρύψειεν Ὑδάσπης,
  11. μὴ Σατύρου κερόεντος ἐν ἀγκοίνῃσιν ἰαύσω,
  12. μὴ Φρύγα κῶμον ἴδω, μὴ κύμβαλα χερσὶ τινάξω,
  13. μὴ τελετὴν τελέσω φιλοπαίγμονα, μηδὲ νοήσω
  14. Μαιονίην, μὴ Τμῶλον ἴδω, μὴ δῶμα Λυαίου
  15. ἤ ζυγὰ δουλοσύνης βαρυαχθέα, μή τις ἐνίψῃ·
  16. κούρη Δηριάδαο δοριθρασέος βασιλῆος
  17. ληιδίη μετὰ δῆριν ὑποδρήσσει Διονύσῳ.
  18. ὣς φαμένης ἐλεεινὰ συνεστενάχοντο γυναῖκες,
  19. ὧν πάις, ὧν τέθνηκεν ἀδελφεός, ὧς γενετῆρες
  20. ἢ πόσις ἀρτιγένειος ἀώριος. ἐκ δὲ καρήνου