Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἑλλάδι φωνήεντα καὶ ἔμφρονα δῶρα κομίζων
  2. γλώσσης ὄργανα τεῦξεν ὁμόθροα, συμφυέος δὲ
  3. ἁρμονίης στοιχηδὸν ἐς ἄζυγα σύζυγα μίξας
  4. γραπτὸν ἀσιγήτοιο τύπον τορνώσατο σιγῆς,
  5. πάτρια θεσπεσίης δεδαημένος ὄργια τέχνης,
  6. Αἰγυπτίης σοφίης μετανάστιος, ἦμος Ἀγήνωρ
  7. Μέμφιδος ἐνναέτης ἑκατόμπυλον ᾤκισε Θήβην·
  8. καί, ζαθέων ἄρρητον ἀμελγόμενος γάλα βίβλων,
  9. χειρὸς ὀπισθοπόροιο χαράγματα λοξὰ χαράσσων
  10. ἔγραφεν ἀγκύλα κύκλα· καὶ Αἰγυπτίου Διονύσου
  11. εὔια φοιτητῆρος Ὀσίριδος ὄργια φαίνων
  12. μύστιδος ἐννυχίας τελετὰς ἐδιδάσκετο τέχνης,
  13. καὶ κρυφίῃ μάγον ὕμνον ἀνέκλαγε θυιάδι φωνῇ
  14. λεπτὸν ἔχων ὀλόλυγμα· λιθοξοάνοιο δὲ νηοῦ
  15. γλυπτὰ βαθυνομένῳ κεχαραγμένα δαίδαλα τοίχῳ
  16. κουρίζων δεδάηκε· πολυφράστῳ δὲ μενοινῇ
  17. μετρήσας φλογόεσσαν ἀνηρίθμων ἴτυν ἄστρων
  18. καὶ δρόμον Ἠελίοιο μαθὼν καὶ μέτρον ἀρούρης,
  19. χειρὸς ἐυστροφάλιγγος ὁμόπλοκα δάκτυλα κάμψας,
  20. ἄστατα κύκλα νόησε παλιννόστοιο Σελήνης,