Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ἠλέκτρης κύσε χεῖρα καὶ ὄμματα καὶ πόδας ἄκρους
- καὶ κεφαλὴν καὶ στέρνα, καὶ Ἠμαθίωνος ὀπωπὴν
- χείλεσιν αἰδομένοισι, κασιγνήτου περ ἐόντος,
- πάσας δʼ ἀμφιπόλους ἠγκάζετο· μυρομένη δὲ
- τυκτὰ πολυγλυφέων ἠσπάσσατο κύκλα θυράων
- ἄπνοα καὶ κλιντῆρα καὶ ἕρκεα παρθενεῶνος·
- πατρῴην δὲ λαβοῦσα κόνιν προσπτύξατο κούρη.
- καὶ τότε χειρὸς ἔχουσα θεῶν ὑπὸ μάρτυρι πομπῇ
- Ἁρμονίην ἀνάεδνον ὀφειλομένην φέρε Κάδμῳ
- Ἠλέκτρη, χυτὸν ὄμβρον ἀποσμήξασα προσώπου.
- Κυπριδίην δὲ θύγατρα λαβὼν ἠῷος ὁδίτης
- γρηὶ σὺν ἀμφιπόλῳ λίπε δώματα, δῶρον ἀνάσσης
- λάτριν ἔχων πομπῆα διʼ ἄστεος ἄχρι θαλάσσης.
- παρθενικὴν δʼ ὁρόωσα παρʼ ᾐόνας ὑψόθι πόντου
- ξείνῳ ἐφεσπομένην, φλογερῇ ζείουσαν ἀνάγκῃ,
- Κύπριδι μεμφομένη φιλοκέρτομος ἴαχε Μήνη·
- Κύπρι, καὶ εἰς σέο τέκνα κορύσσεαι, οὐδὲ καὶ αὐτῆς
- ὑμετέρης ὠδῖνος ἐφείσατο κέντρον Ἐρώτων;
- ἥν τέκες, οὐκ ἐλέαιρες, ἀμείλιχε; καὶ τίνα κούρην
- οἰκτείρεις ἑτέρην, ὅτε σὸν γένος εἰς πόθον ἕλκεις;