Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κλῆρον ἐμὸν καὶ δῶμα καὶ οὓς ποθέω γενετῆρας,
  2. ἵξομαι Ἀπόλλωνι συνέμπορος εἰς ὑμεναίους.
  3. μέμνημαί ποτε τοῖον ἐγὼ τύπον· ἡμετέρῳ γὰρ
  4. εἰς δόμον ὀμφήεντα συνεσπομένη γενετῆρι
  5. Πύθιον εἶδον ἄγαλμα, καὶ ὡς τεὸν εἶδον ἀλήτην,
  6. ὠισάμην Φοίβοιο πάλιν βρέτας ἐνθάδε λεύσσειν.
  7. ἀλλʼ ἐρέεις, ὅτι Φοῖβος ἔχει χρυσαυγέα μίτρην·
  8. χρύσεος ἔπλετο Κάδμος ὅλον δέμας· ἢν δʼ ἐθελήσῃς,
  9. δμῶας ἐμοὺς ἔχε πάντας ἀπείρονας, ἀντὶ δὲ κείνου
  10. χρυσὸν ἐμὸν ξύμπαντα καὶ ἄργυρον ἐγγυαλίξω,
  11. καὶ Τυρίης ὀπάσω βασιλήια πέπλα θαλάσσης
  12. καὶ δόμον, ἢν ἐθέλῃς, πατρώιον· εἰ θέμις εἰπεῖν,
  13. δέχνυσο καὶ γενέτην καὶ μητέρα, δέχνυσο πάσας
  14. ἀμφιπόλους, καὶ μοῦνον ἐμοὶ πόρε τοῦτον ἀκοίτην.
  15. παρθένε, τί τρομέεις; σὺ μὲν εἴαρι ποντοπορήσεις
  16. στεινὸν ὕδωρ πλώουσα, σὺν ἱμερόεντι δὲ Κάδμῳ
  17. ὠκεανὸν περίμετρον ἐγὼ κατὰ χεῖμα περήσω.
  18. μὴ τρομέοις ἁλὸς οἶδμα βαρύβρομον, ὅττι σαώσει
  19. εἰν ἁλὶ φόρτον Ἔρωτος ἁλὸς θυγάτηρ Ἀφροδίτη.
  20. παρθένε, Κάδμον ἔχεις, μὴ δίζεο θῶκον Ὀλύμπου.