Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- αἰθομένου φεύγουσα διʼ ὕδατος ἰκμαλέον πῦρ.
- χάζετο δʼ Ἰνδὸς ὅμιλος ἐπὶ χθόνα, πόντον ἐάσας·
- καὶ Φαέθων ἐγέλασσεν, ὅτι προτέρους μετὰ δεσμοὺς
- ἐκ πυρὸς Ἡφαίστοιο πάλιν φύγε ναύμαχος Ἄρης.
- Δηριάδης δʼ ἀκίχητος ἰδὼν φλόγα σύνδρομον αὔραις
- εἰς πεδίον πεπότητο θοώτερα γούνατα πάλλων,
- φεύγων ὑγρὸν Ἄρηα θαλασσομόθου Διονύσου.