Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κητείοις γενύεσσιν, ἐν ὶχθυόεντι δὲ λαιμῷ
  2. ἄπνοον αἰθύσσουσα νέκυν τυμβεύσατο φώκη,
  3. ξανθὸν ἐρευγομένη ῥόον αἵματος. ὀλλυμένων δὲ
  4. τεύχεα πόντος ἔσεκτο, νεοσφαγέος δὲ φορῆος
  5. αὐτομάτη λοφόεσσα διʼ ὕδατος ἔπλεε πήληξ
  6. δεσμοῦ λυομένοιο, θυελλήεντι δὲ πολλῆς
  7. χεύματι φοιταλέης ἐπενήχετο κύκλα βοείης
  8. σὺν διερῷ τελαμῶνι. πολὺς δʼ ὑπὸ κύμασιν ἄκροις
  9. ἀφρὸς ἐρευθιόων πολιῆς ἀνεκήκιεν ἅλμης
  10. αἱμαλέῳ πάνλευκον ὑποστίξας χύσιν ὁλκῷ.
  11. καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη Μελικέρτης·
  12. Λευκοθέη δʼ ὀλόλυζε, τιθηνήτειρα Λυαίον,
  13. αὐχένα γαῦρον ἔχουσα, καὶ Ἰνδοφόνου περὶ νίκης
  14. ἄνθεϊ φυκιόεντι κόμην ἐστέψατο Νύμφη·
  15. καὶ Θέτις ἀκρήδεμνος ὑπερκύψασα θαλάσσης
  16. χεῖρας ἐρεισαμένη καὶ Δωρίδι καὶ Πανοπείῃ
  17. ἄσμενον ὄμμα τίταινεν ἐπʼ εὐθύρσῳ Διονύσῳ.
  18. καὶ βυθίη Γαλάτεια θαλασσαίου διὰ κόλπου
  19. ἡμιφανὴς πεφόρητο διαξύουσα γαλήνην,
  20. καὶ φονίου Κύκλωπος ἁλιπτοίητον Ἐνυὼ