Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ψυχρὸν ὑπὲρ πόντοιο πιὼν θανατηφόρον ὕδωρ·
  2. οὐκ ἀλέγω Ζεφύροιο, κορυσσομένιο Βορῆος.
  3. δεῖξον ὁμοφροσύνην ἑκυρῷ σέθεν· οὐρανόθεν δὲ
  4. σὺν σοὶ Βακχιάδεσσιν ἐμαῖς στρατιῇσιν ἀρήξει
  5. μαρνάμενος τριόδοντι Ποσειδάων καὶ Ἀθήνη,
  6. ἡ μὲν ἑοῖς ναέτῃσιν, ὁ δὲ γνωτοῖο γενέθλῃ·
  7. καὶ πυρόεις Ἥφαιστος Ἐρεχθέος αἷμα γεραίρων
  8. ἵξεται εὐάντητος ἐς ὑδατόεσσαν Ἐνυώ,
  9. ὁλκάσι Δηριάδαο μαχήμονα πυρσὸν ἑλίσσων.
  10. δὸς δέ με νικῆσαι καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην
  11. Κεκροπίῃ κομίσειεν ἀπήμονα λαὸν Ἐρεχθεύς,
  12. καὶ Βορέην μέλψωσι καὶ Ὠρείθυιαν Ἀθῆναι.
  13. τοῖον ἔπος βοόων ἁλιδίνεος ἥψατο χάρμης
  14. ἔγχεϊ τεχνήεντι, καὶ ὡς ναέτης Μαραθῶνος
  15. ναύμαχου εἶχεν ἔρωτα· φιληρέτμῳ δὲ κυδοιμῷ
  16. εὔστολος ἦεν Ἄρης τότε ναυτίλος, ἐν παλάμῃ δὲ
  17. πηδάλιον Φόβος εἶχε, κυβερνήτης δὲ κυδοιμοῦ
  18. Δεῖμος ἀκοντοφόρων ἀνελύσατο πείσματα νηῶν.
  19. Κυκλώπων δὲ φάλαγγες ἐωαυτίλλοντο θαλάσσῃ
  20. ὁλκάδας ἀγχιάλοισιν ὀιστεύοντες ἐρίπναις·