Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πληιάδος δὲ φάλαγγος ἕλιξ ἑπτάστερος ἠχὼ
  2. οὐρανὸν ἑπτάζωνον ἐπέβρεμε κυκλάδι φωνῇ·
  3. καὶ κτύπον αἰθύσσοντες ἰσηρίθμων ἀπὸ λαιμῶν
  4. ἀστέρες ἀντιθέοντες ἐβακχεύθησαν ἀλῆται·
  5. Ζῆνα μὲν ὤθεε Κύπρις, Ἄρης Κρόνον, εἰαρινῆς δὲ
  6. Πλειάδος ἐγγὺς ἵκανεν ἐμὸς μετανάστιος ἀστήρ,
  7. ἄστρασι δʼ ἑπταπόροις κεράσας ἐμφύλιον αἴγλην
  8. ἡμιφανὴς ἀνέτελλεν ἐμῇ παρὰ μητέρι Μαίῃ,
  9. ἅρματος οὐρανίοιο παράτροπος, ᾧ πέλεν αἰεὶ
  10. σύνδρομος ἢ προκέλευθος ἑώιος, ἑσπέριος δὲ
  11. ἠελίου δύνοντος ὀπίστερα φέγγεα πέμπει·
  12. καί μιν, ὅτε δρόμον ἶσον ἔχων ὶσόμοιρος ὁδεύει,
  13. ἠελίου κραδίην ἐπεφήμισαν ἴδμονες ἄστρων·
  14. καὶ δροσεραῖς νιφάδεσσι διάβροχον αὐχένα τείνων
  15. νυμφίος Εὐρώπης μυκήσατο Ταῦρος Ὀλύμπου,
  16. εἰς δρόμον ὀρθώσας πόδα καμπύλον· ὀξυτενὲς δὲ
  17. δοχμώσας Φαέθοντι κέρας λοξοῖο μετώπου
  18. οὐρανίην φλογερῇσιν ἐπέκτυπεν ἄντυγα χηλαῖς·
  19. καὶ θρασὺς ἐκ κολεοῖο παρήορον αἴθοπι μηρῷ
  20. Ὠρίων ξίφος εἷλκε· καλαύροπα πάλλε Βοώτης·