Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μηδέ σε δαιτρεύσειε Λέων, ἢ Ταῦρος Ὀλύμπου
  2. αὐχένα κυρτώσας φλογερῇ πλήξειε κεραίῃ·
  3. ἅζεο Τοξευτῆρα, τιταινομένης ἀπὸ νευρῆς
  4. μή σε πυριγλώχινι κατακτείνειεν ὀιστῷ.
  5. μὴ χάος ἄλλο γένοιτο, καὶ αἰθέρος ἄστρα φανείη
  6. ἤματος ἱσταμένοιο, μεσημβρίζοντι δὲ δίφρῳ
  7. ἄστατος ἠριγένεια συναντήσειε Σελήνῃ·
  8. ὣς φαμένου Φαέθων πλέον ἤλασεν, ἅρμα παρέλκων
  9. εἰς Νότον, εἰς Βορέην, Ζεφύρου σχεδόν, ἐγγύθεν Εὔρου.
  10. καὶ κλόνος αἰθέρος ἦεν, ἀκινήτοιο δὲ κόσμου
  11. ἁρμονίην ἐτίναξεν· ἐδοχμώθη δὲ καὶ αὐτὸς
  12. αἰθέρι δινήεντι μέσος τετορημένος ἄξων.
  13. καὶ μόγις αὐτοέλικτον ἐλαφρίζων πόλον ἄστρων
  14. ὀκλαδὸν ἐστήρικτο Λίβυς κυρτούμενος Ἄτλας,
  15. μείζονα φόρτον ἔχων· καὶ ἰσήμερον ἔκτοθεν Ἄρκτου
  16. κύκλον ἐπιξύων ἑλικώδεϊ γαστέρος ὁλκῷ
  17. σύνδρομος ἀστερόεντι Δράκων ἐπεσύρισε Ταύρῳ,
  18. καὶ Κυνὶ σειριάοντι Λέων βρυχήσατο λαιμῷ,
  19. αἰθέρα θερμαίνων μαλερῷ πυρί, καὶ θρασὺς ἔστη
  20. καρκίνον ὀκταπόδην κλονέων λασιότριχι παλμῷ·