Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἵππιον αὐχένα δοῦλον ἐπεκλήισσε λεπάδνῳ.
- καὶ Φαέθων ἐπέβαινε· δίδου δέ οἱ ἡνία πάλλειν,
- ἡνία μαρμαίροντα καὶ αἰγλήεσσαν ἱμάσθλην
- ἠέλιος γενέτης· τρομερῇ δʼ ἐλελίζετο σιγῇ,
- υἱέα γινώσκων μινυώριον· ἐγγύθι δʼ ὄχθης
- ἡμιφανὴς Κλυμένη φλογερῶν ἐπιβήτορα δίφρων
- δερκομένη φιλότεκνος ἐπάλλετο χάρματι μήτηρ.
- ἤδη δὲ δροσόεις ἀμαρύσσετο Φωσφόρος ἀστήρ,
- καὶ Φαέθων ἀνέτελλεν Ἑώιον ἄντυγα βαίνων,
- ὕδασι παππῴοισι λελουμένος Ὠκεανοῖο.
- καὶ θρασὺς εὐφαέων ἐλατὴρ ὑψίδρομος ἵππων
- οὐρανὸν ἐσκοπίαζε χορῷ κεχαραγμένον ἄστρων,
- ἑπτὰ περὶ ζώναις κυκλούμενον· εἶδεν ἀλήτας
- ἀντιπόρους, καὶ γαῖαν ὁμοίιον ἔδρακε κέντρῳ
- μεσσοπαγῆ, δολιχῇσιν ἀνυψωθεῖσαν ἐρίπναις,
- πάντοθι πυργωθεῖσαν ὑπωροφίοισιν ἀήταις·
- καὶ ποταμοὺς σκοπίαζε, καὶ ὀφρύας Ὠκεανοῖο
- ἂψ ἀνασειράζοντος ἑὸν ῥόον εἰς ἑὸν ὕδωρ.
- ὄφρα μὲν ὄμμα τίταινεν ἐς αἰθέρα καὶ χύσιν ἄστρων
- καὶ χθονὸς αἰόλα φῦλα καὶ ἄστατα νῶτα θαλάσσης,