Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μή σε παραπλάγξειαν ἐν αἰθέρι φοιτάδες ἵπποι·
  2. μηδὲ διοπτεύων δυοκαίδεκα κύκλα πορείης
  3. ἐκ δόμου εἰς δόμον ἄλλον ἐπείγεο· καὶ σέο δίφρῳ
  4. κριὸν ἐφιππεύων μὴ δίζεο Ταῦρον ἐλαύνειν·
  5. γείτονα μὴ μάστευε προάγγελον ἱστοβοῆος
  6. σκορπίον ἀστερόφοιτον ὑπὸ Ζυγὸν ἡνιοχεύων,
  7. εἰ μὴ ἀναπλήσειας ἐείκοσι καὶ δέκα μοίρας.
  8. ἀλλὰ σὺ μὲν κλύε μῦθον· ἐγὼ δέ σε πάντα διδάξω.
  9. κέντρον ὅλου κόσμοιο, μεσόμφαλον ἄστρον Ὀλύμπου,
  10. κριὸν ἐγὼ μεθέπων ὑψούμενος εἶαρ ἀέξω,
  11. καὶ τροπικὴν Ζεφύροιο προάγγελον ἄντυγα βαίνων,
  12. νύκτα ταλαντεύουσαν ἰσόρροπον ἠριγενείῃ,
  13. ἰθύνω δροσόεντα χελιδονίης δρόμον Ὥρης·
  14. κριοῦ δʼ ἀντικέλευθον ἐνέρτερον οἶκον ἀμείβων,
  15. χηλαῖς ἐν διδύμῃσιν ἰσήμερα φέγγεα πέμπων,
  16. ἐντύνω παλίνορσος ἰσόζυγον ἦμαρ ὀμίχλῃ,
  17. καὶ δρόμον εἰνοσίφυλλον ἄγω φθινοπωρίδος Ὥρης,
  18. φέγγεϊ μειοτέρῳ χθαμαλὴν ἐπὶ νύσσαν ἐλαύνων
  19. φυλλοχόῳ ἐνὶ μηνί· καὶ ἀνδράσι χεῖμα κομίζω
  20. ὄμβριον ἰχθυόεντος ὑπὲρ ῥάχιν Αἰγοκερῆος,