Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ πάλιν ἠκόντιζεν· ὁ δὲ τροχοειδέι παλμῷ
  2. χειρὸς ἐυστρέπτοιο παράτροπος Ὠκεανοῖο
  3. δινωτῇ στροφάλιγγι κατήριπεν εἰς μέλαν ὕδωρ,
  4. μάντις ἑοῦ θανάτοιο· γέρων δʼ ᾤμωξε νοήσας,
  5. θέσφατα γινώσκων, πινυτῇ δʼ ἔκρυψε σιωπῇ,
  6. μὴ Κλυμένης φιλόπαιδος ἀπενθέα θυμὸν ἀμύξῃ
  7. πικρὰ προθεσπίζων Φαεθοντιάδος λίνα Μοίρης.
  8. καὶ πάις ἀρτικόμιστος ἔχων ἀνίουλον ὑπήνην
  9. πῇ μὲν ἑῆς Κλυμένης δόμον ἄμφεπε, πῇ δὲ καὶ αὐτῆς
  10. Θρινακίης λειμῶνα μετήιεν, ἧχι θαμίζων
  11. Λαμπετίῃ παρέμιμνε, βόας καὶ μῆλα νομεύων ---
  12. πατρὸς ἑοῦ ζαθέοιο φέρων πόθον ἡνιοχῆος,
  13. ἄξονα τεχνήεντι συνήρμοσε δούρασι δεσμῷ,
  14. κυκλώσας τροχόεντα τύπον ψευδήμονι δίφρῳ·
  15. ἀσκήσας δὲ λέπαδνα καὶ ἀνθοκόμων ἀπὸ κήπων
  16. πλέξας λεπταλέοισι λύγοις τριέλικτον ἱμάσθλην
  17. ἀρνειοῖς πισύροισι νέους ἐπέθηκε χαλινούς·
  18. καὶ νόθον εὐποίητον Ἑωσφόρον ἀστέρα τεύχων
  19. ἄνθεσιν ἀργεννοῖσιν, ἴσον τροχοειδέι κύκλῳ,
  20. θῆκεν ἑῆς προκέλευθον ἐυκνήμιδος ἀπήνης,