Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θυμολιπὴς μεθύοντι πανείκελος· εἶχε δὲ κόρσην
  2. κεκλιμένην ἑτέρωσε, καὶ αἵματος ἔπτυεν ἄχνην
  3. λεπτὰ παχυνομένοιο· λαβὼν δέ μιν ἐκτὸς ἀγῶνος
  4. στυγνὸς ὑπὲρ νώτοιο μετήγαγε σύγγονος Ἄλκων
  5. πληγῇ ἀμερσινόῳ βεβαρημένον. ἐσσύμενος δὲ
  6. Ἰνδῴην περίμετρον ἀνηέρταζε βοείην.
  7. καὶ διδύμους Διόνυσος ἀεθλητῆρας ἐπείγων
  8. ἀνδράσιν ἀθλοφόροισι πάλης κήρυξεν ἀγῶνα·
  9. καὶ τρίπος εἰκοσίμετρος ἀέθλιον ἵστατο νίκης
  10. πρώτῳ ἀεθλητῆρι· τίθει δʼ εἰς μέσσον ἀείρας
  11. ἀνθεμόεντα λέβητα χερείονι φωτὶ φυλάσσων.
  12. ὀρθωθεὶς δʼ ἰάχησε πάλιν σημάντορι φωνῇ·
  13. Δεῦτε, φίλοι, καὶ τοῦτον ἐγείρατε καλὸν ἀγῶνα.
  14. ἔννεπε· κεκλομένου δὲ φιλοστεφάνου Διονύσου
  15. πρῶτος Ἀρισταῖος, μετέπειτα δὲ δεύτερος ἔστη
  16. Αἰακὸς εὐπαλάμοιο πάλης δεδαημένος ἔργα.
  17. ζώματι δὲ σκεπόωντες ἀθηήτου φύσιν αἰδοῦς
  18. γυμνοὶ ἀεθλεύοντες ἐφέστασαν· ἀμφότεροι δὲ
  19. πρῶτα μὲν ἀμφοτέρας παλάμας ἐπὶ δίζυγι καρπῷ
  20. σύμπλεκον ἔνθα καὶ ἔνθα, χυτῆς ἐπὶ νῶτα κονίης