Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Εὐρυμέδων δέ οἱ οἶος ἀνίστατο, τῷ πόρεν Ἑρμῆς
  2. ὄργανα πυγμαχίης γυιαλκέος, ὃς πάρος αἰεὶ
  3. πατρῴῳ μεμέλητο παρήμενος ἐσχαρεῶνι,
  4. Ἡφαιστηιάδης, σφυρήλατον ἄκμονα τύπτων.
  5. τὸν μὲν ἐριπτοίητος[*]( So Mss.: ἐριπτοίητον Ludwich.) ἀδελφεὸς ἄμφεπεν Ἄλκων,
  6. ζῶμα δέ οἱ παρέθηκε, καὶ ἥρμοσεν ἰξύι μίτρην,
  7. καὶ δολιχαῖς παλάμῃσι κασιγνήτοιο συνάπτων
  8. ἀζαλέων ἔσφιγξε περίπλοκον ὁλκὸν ἱμάντων.
  9. καὶ πρόμος εἰς μέσον ἦλθεν, ἑοῦ προβλῆτα προσώπου
  10. λαιὴν χεῖρα φέρων, σάκος ἔμφυτον· ἀντὶ δὲ λόγχης
  11. ποιητῆς παλάμης ταμεσίχροες ἦσαν ἱμάντες.
  12. αἰεὶ δʼ ἀντιπάλοιο φυλάσσετο δύσμαχον ὁρμήν,
  13. μή ποτέ μιν πλήξειε κατʼ ὀφρύος ἠὲ μετώπου,
  14. ἠέ μιν αἱμάξειε, τετυμμένον ἄρθρον ἀμύξας,
  15. ἠὲ διατμήξειε, κατὰ κροτάφοιο τυχήσας,
  16. εἰς μέσον ἐγκεφάλοιο νοήμονος ἄκρον ἀράξας,
  17. ἢ παλάμην τρηχεῖαν ἐπὶ κροτάφοισι τιταίνων
  18. ὄμματα γυμνώσειε λιπογλήνοιο προσώπου,
  19. ἠὲ δαφοινήεντος ἀρασσομένοιο γενείου
  20. ὀξυτέρων ἐλάσειε πολύστιχον ὄγμον ὀδόντων.