Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λεπταλέης ἀτίνακτα τινάσσετο νῶτα κονίης.
  2. αὐτὰρ ὁ πωτήεντα μετὰ δρόμον ὑψόθι δίφρου
  3. εἰς μέσον ἦλθεν ἀγῶνος· ἑῷ δʼ ἔσμηξε χιτῶνι
  4. μυδαλέων ἱδρῶτα διαστάζοντα μετώπων·
  5. καὶ ταχὺς ἐκ δίφροιο κατήλε· μηκεδανὴν δὲ
  6. εἰς ζυγὸν εὐποίητον ἑὴν ἔκλινεν ἱμάσθλην·
  7. ἵπποθς δʼ Ἀμφιδάμας θεράπων λύεν· ὠκύτερος δὲ
  8. τερπομένῃ παλάμῃ πρμτάγρια κούφισε νίκης,
  9. ἰοδόκην καὶ τόξα καὶ εὐπήληκα γυναῖκα,
  10. πάλλων ἡμιτόμοιο μεσόμφαλα νῶτα βοείης.
  11. τῷ δʼ ἐπὶ δεύτερος ἦλθε θαλασσαίων ἐπὶ δίφρων
  12. Σκέλμις, ἐπισπέρχων Ποσιδήιον ἅρμα θαλάσσης,
  13. κύκλος ὅσον τροχόεις ἀπολείπεται ὠκέος ἵππου,
  14. τοῦ μὲν ἐπαΐσσοντος ἐπισσώτρων μόγις ἄκραι
  15. ἐκταδίης ψαύουσιν ἑλισσομένης τρίχες οὐρῆς·
  16. δεύτερα δʼ εἷλεν ἄεθλα, καὶ ὤρεγε Δαμναμενῆι
  17. ἔγκυον ἵππον ἔχειν, ζηλήμονι χειρὶ τιταίνων.
  18. καὶ τρίτος Ἀκταίων ἀνεκούφισε σύμβολα νίκης
  19. χρυσοφαῆ θώρηκα, παναίολον ἔργον Ὀλύμπου.
  20. τῷ δʼ ἐπὶ Φαῦνος ἵκανε· καὶ αὐτόθι δίφρον ἐρύσσας